Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.147 Joseph. AJ 10.152 (English) >>Joseph. AJ 10.157

10.150 δὲ βασιλεὺς τοῦ μὲν ἀρχιερέως καὶ τῶν ἡγεμόνων ἐκέλευσεν ἐκεῖ τὰς κεφαλὰς ἀποτεμεῖν, αὐτὸς δὲ πάντας τοὺς αἰχμαλώτους καὶ τὸν Σαχχίαν εἰς Βαβυλῶνα δέσμιον ἐπήγετο καὶ Ἰωσάδακον τὸν ἀρχιερέα ὄντα υἱὸν Σαραία τοῦ ἀρχιερέως, ὃν ἀπέκτεινεν Βαβυλώνιος ἐν Ἀριβαθᾶ πόλει τῆς Συρίας, ὡς καὶ πρότερον ἡμῖν δεδήλωται. 10.151

Ἐπεὶ δὲ τὸ γένος διεξήλθομεν τὸ τῶν βασιλέων καὶ τίνες ἦσαν δεδηλώκαμεν καὶ τοὺς χρόνους αὐτῶν, ἀναγκαῖον ἡγησάμην καὶ τῶν ἀρχιερέων εἰπεῖν τὰ ὀνόματα καὶ τίνες ἦσαν οἱ τὴν ἀρχιερωσύνην καταδείξαντες ἐπὶ τοῖς βασιλεῦσι. 10.152πρῶτος μὲν οὖν Σάδωκος ἀρχιερεὺς ἐγένετο τοῦ ναοῦ, ὃν Σολόμων ᾠκοδόμησε· μετʼ αὐτὸν δʼ υἱὸς Ἀχιμᾶς διαδέχεται τὴν τιμὴν καὶ μετὰ Ἀχιμᾶν Ἀζαρίας, τούτου δὲ Ἰώραμος, τοῦ δὲ Ἰωράμου Ἴως, μετʼ αὐτὸν δὲ Ἀξιώραμος, 10.153τοῦ δὲ Ἀξιωράμου Φιδέας, τοῦ δὲ Φιδέα Σουδαίας, τοῦ δὲ Σουδαία Ἰουῆλος, τοῦ δὲ Ἰώθαμος, Ἰωθάμου δὲ Οὐρίας, Οὐρία δὲ Νηρίας, Νηρία δὲ Ὠδαίας, τοῦ δὲ Σαλοῦμος, Σαλούμου δὲ Ἐλκίας, Ἐλκία δʼ Ἄζαρος, τοῦ δὲ Ἰωσάδακος αἰχμαλωτισθεὶς εἰς Βαβυλῶνα. οὗτοι πάντες παῖς παρὰ πατρὸς διεδέξαντο τὴν ἀρχιερωσύνην. 10.154

Παραγενόμενος δʼ εἰς Βαβυλῶνα βασιλεὺς Σαχχίαν μὲν εἶχεν ἄχρις οὗ καὶ ἐτελεύτησεν ἐν εἱρκτῇ, θάψας δʼ αὐτὸν βασιλικῶς τὰ σκεύη τὰ ἐκ τοῦ Ἱεροσολύμων συληθέντα ναοῦ ἀνέθηκε τοῖς ἰδίοις θεοῖς, τὸν δὲ λαὸν κατῴκισεν ἐν τῇ Βαβυλωνίτιδι χώρᾳ, τὸν δὲ ἀρχιερέα ἀπέλυσε τῶν δεσμῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.147 Joseph. AJ 10.152 (English) >>Joseph. AJ 10.157

Powered by PhiloLogic